Потребителски вход

Запомни ме | Регистрация
Постинг
11.02.2017 22:29 - Орфическите химни както са били написани и ги пеели древните гърци на старогръцки език през 6-ти век преди христа - videos
Автор: aristotelis Категория: История   
Прочетен: 1939 Коментари: 1 Гласове:
-1

Последна промяна: 11.02.2017 22:57

Постингът е бил сред най-популярни в категория в Blog.bg
 Някой от Орфическите химни както са били написани и ги пеели древните гърци на старогръцки език през 6-ти век преди христа по-време на "орфическите мистерйи(Ορφικά μυστήρια)
The Festival’s Orpheus Award is named for the legendary Greek poet and “father of songs” LAGFF 2012- ORPHEUS AWARDS 6th Annual Los Angeles Greek Film Festival, MAY 31-JUNE 2012. http://www.greekanimation.com/movies/los-angeles-greek-film-festival-2012-orpheus-celebrates/ Official Festival Trailer Music Marios Strofalis Animation Panagiotis Rappas

 ΟΡΦΕΥΣ ΠΡΟΣ ΜΟΥΣΑΙΟΝ

image

Εὐτυχῶς χρῶ, ἑταῖρε.

Μάνθανε δή, Μουσαῖε, θυηπολίην περισέμνην, 
εὐχήν, ἣ δή τοι προφερεστέρη ἐστὶν ἁπασέων.

Ζεῦ βασιλεῦ καὶ Γαῖα καὶ οὐράνιαι φλόγες ἁγναὶ
Ἠελίου, Μήνης θ" ἱερὸν σέλας Ἄστρα τε πάντα· 
καὶ σύ, Ποσείδαον γαιήοχε, κυανοχαῖτα, 
Φερσεφόνη θ" ἁγνὴ Δημήτηρ τ" ἀγλαόκαρπε 
Ἄρτεμί τ" ἰοχέαιρα, κόρη, καὶ ἤιε Φοῖβε, 
ὃς Δελφῶν ναίεις ἱερὸν πέδον· ὅς τε μεγίστας 
τιμὰς ἐν μακάρεσσιν ἔχεις, Διόνυσε χορευτά· 
Ἆρές τ" ὀμβριμόθυμε καὶ Ἡφαίστου μένος ἁγνὸν,
ἀφρογενής τε θεά, μεγαλώνυμα δῶρα λαχοῦσα· 
καὶ σύ, καταχθονίων βασιλεῦ, μέγ" ὑπείροχε δαῖμον· 
Ἥβη τ" Εἰλείθυια καὶ Ἡρακλέος μένος ἠΰ· 
καὶ τὸ Δικαιοσύνης τε καὶ Εὐσεβίης μέγ" ὄνειαρ 
κικλῄσκω Νύμφας τε κλυτὰς καὶ Πᾶνα μέγιστον,
Ἥρην τ", αἰγιόχοιο Διὸς θαλερὴν παράκοιτιν· 
Μνημοσύνην τ" ἐρατὴν Μούσας τ" ἐπικέκλομαι ἁγνὰς 
ἐννέα καὶ Χάριτάς τε καὶ Ὥρας ἠδ" Ἐνιαυτὸν,
Λητώ τ" εὐπλόκαμον θείην σεμνήν τε Διώνην, 
Κουρῆτάς τ" ἐνόπλους Κορύβαντάς τ" ἠδὲ Καβείρους.
καὶ μεγάλους Σωτῆρας ὁμοῦ, Διὸς ἄφθιτα τέκνα
Ἰδαίους τε θεοὺς ἠδ" ἄγγελον Οὐρανιώνων, 
Ἑρμείαν κήρυκα, Θέμιν θ", ἱεροσκόπον ἀνδρῶν, 
Νύκτα τε πρεσβίστην καλέω καὶ φωσφόρον Ἦμαρ, 
Πίστιν τ" ἠδὲ Δίκην καὶ ἀμύμονα Θεσμοδότειραν, 
Ῥείαν τ" ἠδὲ Κρόνον καὶ Τηθὺν κυανόπεπλον 
Ὠκεανόν τε μέγαν, σύν τ" Ὠκεανοῖο θύγατρας
Ἄτλαντός τε καὶ Αἰῶνος μέγ" ὑπείροχον ἰσχὺν
καὶ Χρόνον ἀέναον καὶ τὸ Στυγὸς ἀγλαὸν ὕδωρ,
μειλιχίους τε θεούς, ἀγαθήν τ" ἐπὶ τοῖσι Πρόνοιαν·
Δαίμονά τ" ἠγάθεον καὶ Δαίμονα πήμονα θνητῶν, 
Δαίμονας οὐρανίους καὶ ἠερίους καὶ ἐνύδρους 
καὶ χθονίους καὶ ὑποχθονίους ἠδ" ἐμπυριφοίτους, 
καὶ Σεμέλην Βάκχου τε συνευαστῆρας ἅπαντας, 
Ἰνὼ Λευκοθέην τε Παλαίμονά τ" ὀλβιοδώτην, 
Νίκην θ" ἡδυέπειαν ἰδ" Ἀδρήστειαν ἄνασσαν 
καὶ βασιλῆα μέγαν Ἀσκληπιὸν ἠπιοδώτην, 
Παλλάδα τ" ἐγρεμάχην κούρην, Ἀνέμους τε πρόπαντας 
καὶ Βροντὰς Κόσμου τε μέρη τετρακίονος αὐδῶ· 
Μητέρα τ" ἀθανάτων, Ἄττιν καὶ Μῆνα κικλῄσκω 
Οὐρανίην τε θεάν, σύν τ" ἄμβροτον ἁγνὸν Ἄδωνιν 
Ἀρχήν τ" ἠδὲ Πέρας, τὸ γὰρ ἔπλετο πᾶσι μέγιστον, 
ἐλθεῖν εὐμενέας κεχαρημένον ἦτορ ἔχοντας, 
τήνδε θυηπολίην ἱερὴν σπονδήν τ" ἐπὶ σεμνήν.

 Ἑκάτης 

Εἰνοδίην Ἑκάτην κλῄζω, τριοδῖτιν, ἐραννήν, 
οὐρανίην χθονίην τε καὶ εἰναλίην, κροκόπεπλον, 
τυμβιδίην, ψυχαῖς νεκύων μέτα βακχεύουσαν, 
Περσείαν, φιλέρημον, ἀγαλλομένην ἐλάφοισιν, 
νυκτερίην, σκυλακῖτιν, ἀμαιμάκετον βασίλειαν, 
θηρόβρομον, ἄζωστον, ἀπρόσμαχον εἶδος ἔχουσαν, 
ταυροπόλον, παντὸς κόσμου κληιδοῦχον ἄνασσαν, 
ἡγεμόνην, νύμφην, κουροτρόφον, οὐρεσιφοῖτιν, 
λισσομένοις κούρην τελεταῖς ὁσίῃσι παρεῖναι 
βουκόλῳ εὐμενέουσαν ἀεὶ κεχαρηότι θυμῷ.

 

image

 Προθυραίας, θυμίαμα στύρακα

Κλῦθί μοι, ὦ πολύσεμνε θεά, πολυώνυμε δαῖμον, 
ὠδίνων ἐπαρωγέ, λεχῶν ἡδεῖα πρόσοψι, 
θηλειῶν σώτειρα μόνη, φιλόπαις, ἀγανόφρον, 
ὠκυλόχει", ἐπαρωγ" ἀνίαις θνητῶν, Προθυραία, 
κλειδοῦχ", εὐάντητε, φιλοτρόφε, πᾶσι προσηνής, 
ἣ κατέχεις οἴκους πάντων θαλίαις τε γέγηθας, 
λυσίζων", ἀφανής, ἔργοισι δὲ φαίνῃ ἅπασιν, 
συμπάσχεις ὠδῖσι καὶ εὐτοκίῃσι γέγηθας, 
Εἰλείθυια, λύουσα πόνους δειναῖς ἐν ἀνάγκαις 
μούνην γὰρ σὲ καλοῦσι λεχοὶ ψυχῆς ἀνάπαυμα, 
ἐν γὰρ σοὶ τοκετῶν λυσιπήμονές εἰσιν ἀνῖαι, 
Ἄρτεμις Εἰλείθυια, καὶ εὐσέμνη, Προθυραία. 
κλῦθι, μάκαιρα, δίδου δὲ γονὰς ἐπαρωγὸς ἐοῦσα 
καὶ σῴζ", ὥσπερ ἔφυς αἰεὶ σώτειρα προπάντων.

 

image

 Νυκτός, θυμίαμα δαλούς

Νύκτα θεῶν γενέτειραν ἀείσομαι ἠδὲ καὶ ἀνδρῶν. 
Νὺξ γένεσις πάντων, ἣν καὶ Κύπριν καλέσωμεν 
κλῦθι, μάκαιρα θεά, κυαναυγής, ἀστεροφεγγής, 
ἡσυχίῃ χαίρουσα καὶ ἠρεμίῃ πολυύπνῳ, 
εὐφροσύνη, τερπνή, φιλοπάννυχε, μῆτερ ὀνείρων, 
ληθομέριμν" ἀγαθήν τε πόνων ἀνάπαυσιν ἔχουσα, 
ὑπνοδότειρα, φίλη πάντων, ἐλάσιππε, νυχαυγής, 
ἡμιτελής, χθονίη ἠδ" οὐρανίη πάλιν αὐτή, 
ἐγκυκλίη, παίκτειρα διώγμασιν ἠεροφοίτοις, 
ἣ φάος ἐκπέμπεις ὑπὸ νέρτερα καὶ πάλιν φεύγεις 
εἰς Ἀίδην δεινὴ γὰρ ἀνάγκη πάντα κρατύνει. 
νῦν δε, μάκαιρ", ὦ Νὺξ, πολυόλβιε, πᾶσι ποθεινή, 
εὐάντητε, κλύουσα ἱκετηρίδα φωνὴν 
ἔλθοις εὐμενέουσα, φόβους δ" ἀπόπεμπε νυχαυγεῖς.

 

image

 Οὐρανοῦ, θυμίαμα λίβανον


Οὐρανὲ παγγενέτωρ, κόσμου μέρος αἰὲν ἀτειρές, 
πρεσβυγένεθλ", ἀρχὴ πάντων πάντων τε τελευτή, 
κόσμε πατήρ, σφαιρηδὸν ἑλισσόμενος περὶ γαῖαν, 
οἶκε θεῶν μακάρων, ῥόμβου δίνῃσιν ὁδεύων, 
οὐράνιος χθόνιός τε φύλαξ πάντων περιβληθείς, 
ἐν στέρνοισιν ἔχων φύσεως ἄτλητον ἀνάγκην, 
κυανόχρως, ἀδάμαστε, παναίολε, αἰολόμορφε, 
πανδερκές, Κρονότεκνε, μάκαρ, πανυπέρτατε δαῖμον, 
κλῦθ" ἐπάγων ζωὴν ὁσίαν μύστῃ νεοφάντῃ.

 

image

 Αἰθέρος, θυμίαμα κρόκον


Ὦ Διὸς ὑψιμέλαθρον ἔχων κράτος αἰὲν ἀτειρές, 
ἄστρων ἠελίου τε σεληναίης τε μέρισμα, 
πανδαμάτωρ, πυρίπνου, πᾶσι ζωοῖσιν ἔναυσμα, 
ὑψιφανὴς Αἰθήρ, κόσμου στοιχεῖον ἄριστον, 
ἀγλαὸν ὦ βλάστημα, σελασφόρον, ἀστεροφεγγές, 
κικλήσκων λίτομαί σε κεκραμένον εὔδιον εἶναι.

 

image

 Πρωτογόνου, θυμίαμα σμύρναν


Πρωτόγονον καλέω διφυῆ, μέγαν, αἰθερόπλαγκτον, 
ᾠογενῆ, χρυσέῃσιν ἀγαλλόμενον πτερύγεσσιν, 
ταυρωπόν, γένεσιν μακάρων θνητῶν τ" ἀνθρώπων, 
σπέρμα πολύμνηστον, πολυόργιον, Ἠρικεπαῖον, 
ἄρρητον, κρύφιον ῥοιζήτορα, παμφαὲς ἔρνος, 
ὄσσων ὃς σκοτόεσσαν ἀπημαύρωσας ὁμίχλην 
πάντῃ δινηθεὶς πτερύγων ῥιπαῖς κατὰ κόσμον 
λαμπρὸν ἄγων φάος ἁγνόν, ἀφ" οὗ σε Φάνητα κικλήσκω 
ἠδὲ Πρίηπον ἄνακτα καὶ Ἀνταύγην ἑλίκωπον. 
ἀλλά, μάκαρ, πολύμητι, πολύσπορε, βαῖνε γεγηθὼς 
ἐς τελετὴν ἁγνήν πολυποίκιλον ὀργιοφάνταις.

 

image

 Ἄστρων, θυμίαμα ἀρώματα


Ἄστρων οὐρανίων ἱερὸν σέλας ἐκπροκαλοῦμαι 
εὐιέροις φωνῇσι κικλήσκων δαίμονας ἁγνούς. 
Ἀστέρες οὐράνιοι, Νυκτὸς φίλα τέκνα μελαίνης, 
ἐγκυκλίοις δίνῃσι περιθρόνιοι κυκλέοντες. 
ἀνταυγεῖς, πυρόεντες, ἀεὶ γενετῆρες ἁπάντων, 
μοιρίδιοι, πάσης μοίρης σημάντορες ὄντες, 
θνητῶν ἀνθρώπων θείην διέποντες ἀταρπόν, 
ἑπταφαεῖς ζώνας ἐφορώμενοι, ἠερόπλαγκτοι, 
οὐράνιοι χθόνιοί τε, πυρίδρομοι, αἰὲν ἀτειρεῖς, 
αὐγάζοντες ἀεὶ νυκτὸς ζοφοειδέα πέπλον, 
μαρμαρυγαῖς στίλβοντες, ἐύφρονες ἐννύχιοί τε 
ἔλθετ" ἐπ" εὐιέρου τελετῆς πολυΐστορας ἄθλους 
ἐσθλὸν ἐπ" εὐδόξοις ἔργοις δρόμον ἐκτελέοντες.

 

image

 Εἰς Ἥλιον, θυμίαμα λιβανομάνναν


Κλῦθι μάκαρ, πανδερκὲς ἔχων αἰώνιον ὄμμα, 
Τιτὰν χρυσαυγής, Ὑπερίων, οὐράνιον φῶς, 
αὐτοφυής, ἀκάμας, ζῴων ἡδεῖα πρόσοψι, 
δεξιὲ μὲν γενέτωρ ἠοῦς, εὐώνυμε νυκτός, 
κρᾶσιν ἔχων ὡρῶν, τετραβάμοσι ποσσὶ χορεύων, 
εὔδρομε, ῥοιζήτωρ, πυρόεις, φαιδρωπέ, διφρευτά, 
ῥόμβου ἀπειρεσίου δινεύμασιν οἶμον ἐλαύνων, 
εὐσεβέσιν καθοδηγὲ καλῶν, ζαμενὴς ἀσεβοῦσιν, 
χρησολύρη, κόσμου τὸν ἐναρμόνιον δρόμον ἕλκων, 
ἔργων σημάντωρ ἀγαθῶν, ὡροτρόφε κοῦρε, 
κοσμοκράτωρ, συρικτά, πυρίδρομε, κυκλοέλικτε, 
φωσφόρε, αἰολόδικτε, φερέσβιε, κάρπιμε Παιάν, 
ἀιθαλής, ἀμίαντε, χρόνου πάτερ, ἀθάνατε Ζεῦ, 
εὔδιε, πασιφαής, κόσμου τὸ περίδρομον ὄμμα, 
σβεννύμενε λάμπων τε καλαῖς ἀκτῖσι φαειναῖς, 
δεῖκτα δικαιοσύνης, φιλονάματε, δέσποτα κόσμου, 
πιστοφύλαξ, αἰεὶ πανυπέρτατε, πᾶσιν ἀρωγέ, 
ὄμμα δικαιοσύνης, ζωῆς φῶς ὦ ἐλάσιππε, 
μάστιγι λιγυρῇ τετράορον ἅρμα διώκων, 
κλῦθι λόγων, ἡδὺν δὲ βίον μύστῃσι πρόφαινε.

 

image

 Εἰς Σελήνην, θυμίαμα ἀρώματα


Κλῦθι, θεὰ βασίλεια, φαεσφόρε, δῖα Σελήνη, 
ταυρόκερως Μήνη, νυκτιδρόμε, ἠεροφοῖτι, 
ἐννυχίη, δαιδοῦχε, κόρη, εὐάστερε, Μήνη, 
αὐξομένη καὶ λειπομένη, θῆλύς τε καὶ ἄρσην, 
αὐγήτειρα, φίλιππε, χρόνου μῆτερ, φερέκαρπε, 
ἠλεκτρίς, βαρύθυμε, καταυγάστειρα, λοχείη, 
πανδερκής, φιλάγρυπνε, καλοῖς ἄστροισι βρύουσα, 
ἡσυχίῃ χαίρουσα καὶ εὐφρόνῃ ὀλβιομοίρῳ, 
λαμπετίη, χαριδῶτι, τελεσφόρε, νυκτὸς ἄγαλμα, 
ἀστράρχη, τανύπεπλ", ἑλικοδρόμε, πάνσοφε κούρη, 
ἐλθέ, μάκαιρ", εὔφρων, εὐάστερε, φέγγεϊ τρισσῷ 
λαμπομένη, σῴζουσα νέους ἱκέτας σέο κούρη.

 

image










Гласувай:
1



1. iliyanv - Орфическите химни както са били ПРЕнаписани на гръцки ...
12.02.2017 07:36
Оправи си заглавието, αλλοδαπός
цитирай
Търсене

За този блог
Автор: aristotelis
Категория: История
Прочетен: 1841320
Постинги: 266
Коментари: 1484
Гласове: 303
Календар
«  Март, 2024  
ПВСЧПСН
123
45678910
11121314151617
18192021222324
25262728293031